Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.77 Joseph. AJ 11.82 (English) >>Joseph. AJ 11.87

11.80καὶ μὲν ναὸς πάσῃ χρησαμένων σπουδῇ τῶν τὴν ἐπιμέλειαν ἐγκεχειρισμένων θᾶττον προσεδόκησεν ἄν τις ἔλαβεν τέλος. ἀπαρτισθέντος δὲ τοῦ ἱεροῦ μετὰ σαλπίγγων οἱ ἱερεῖς ταῖς συνήθεσι στολαῖς κεκοσμημένοι καὶ οἱ Λευῖται καὶ οἱ Ἀσάφου παῖδες ἀναστάντες ὕμνουν τὸν θεόν, ὡς τὴν εἰς αὐτὸν εὐλογίαν Δαυίδης κατέδειξε πρῶτος. 11.81οἱ δὲ ἱερεῖς καὶ Λευῖται καὶ τῶν πατριῶν οἱ πρεσβύτεροι τὸν πρότερον ναὸν ταῖς μνήμαις ἀναπολοῦντες μέγιστόν τε καὶ πολυτελέστατον, καὶ τὸν γεγενημένον ὁρῶντες ὑπὸ πτωχείας ἐνδεέστερον τοῦ πάλαι κατασκευαζόμενον, ὅσον εἶεν τῆς ἀρχαίας εὐδαιμονίας ὑποβεβηκότες καὶ τῆς ἀξίας τοῦ ναοῦ λογιζόμενοι κατήφουν, καὶ τῆς ἐπὶ τούτῳ λύπης κρατεῖν οὐ δυνάμενοι μέχρι θρήνων καὶ δακρύων προήγοντο. 11.82 δὲ λαὸς ἠγάπα τοῖς παροῦσιν καὶ τῷ μόνον οἰκοδομῆσαι τὸ ἱερὸν τοῦ πρότερον ὄντος οὐδένα λόγον ποιούμενος οὐδʼ ἀνάμνησιν οὐδὲ πρὸς τὴν σύγκρισιν τὴν ἐκείνου βασανίζων αὑτὸν ὡς ἐπʼ ἐλάττοσιν οἷς ὑπελάμβανεν. 11.83ὑπερεφώνει δὲ τὸν τῶν σαλπίγγων ἦχον καὶ τὴν τοῦ πλήθους χαρὰν τῶν πρεσβυτέρων καὶ ἱερέων ἐφʼ οἷς ἐδόκουν ἐλαττοῦσθαι τὸν ναὸν τοῦ κατασκαφέντος οἰμωγή. 11.84

Τῆς δὲ βοῆς τῶν σαλπίγγων ἀκούσαντες οἱ Σαμαρεῖται, ἐτύγχανον γὰρ ἀπεχθανόμενοι τῇ τε Ἰούδα φυλῇ καὶ τῇ Βενιαμίτιδι, συνέδραμον τὴν αἰτίαν τοῦ θορύβου μαθεῖν θέλοντες. γνόντες δὲ τοὺς αἰχμαλωτισθέντας εἰς Βαβυλῶνα τῶν Ἰουδαίων ἀνακτίζοντας τὸ ἱερόν, προσίασιν τῷ Ζοροβαβήλῳ καὶ Ἰησοῦ καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν ἀξιοῦντες αὐτοῖς ἐπιτραπῆναι συγκατασκευάσαι τὸν ναὸν καὶ κοινωνῆσαι τῆς οἰκοδομίας·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.77 Joseph. AJ 11.82 (English) >>Joseph. AJ 11.87

Powered by PhiloLogic